Add parallel Print Page Options

Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ’ [a]αὐτῷ ἕως [b]λάβῃ πρόϊμον καὶ ὄψιμον. μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν. μὴ στενάζετε, [c]ἀδελφοί, κατ’ ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. 10 ὑπόδειγμα λάβετε, [d]ἀδελφοί, τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν [e]ἐν τῷ ὀνόματι κυρίου. 11 ἰδοὺ μακαρίζομεν τοὺς [f]ὑπομείναντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου [g]εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν [h]ὁ κύριος καὶ οἰκτίρμων.

12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ [i]ὑπὸ κρίσιν πέσητε.

Read full chapter

Footnotes

  1. ΙΑΚΩΒΟΥ 5:7 αὐτῷ WH Treg NIV ] αὐτόν RP
  2. ΙΑΚΩΒΟΥ 5:7 λάβῃ WH Treg NIV ] + ὑετὸν RP
  3. ΙΑΚΩΒΟΥ 5:9 ἀδελφοί κατ᾽ ἀλλήλων WH Treg NIV ] κατ᾽ ἀλλήλων ἀδελφοί RP
  4. ΙΑΚΩΒΟΥ 5:10 ἀδελφοί WH Treg NIV ] + μου RP
  5. ΙΑΚΩΒΟΥ 5:10 ἐν WH Treg NIV ] – RP
  6. ΙΑΚΩΒΟΥ 5:11 ὑπομείναντας WH Treg NIV ] ὑπομένοντας RP
  7. ΙΑΚΩΒΟΥ 5:11 εἴδετε WH Treg NIV ] ἴδετε RP
  8. ΙΑΚΩΒΟΥ 5:11 ὁ κύριος WH Treg NIV ] – RP
  9. ΙΑΚΩΒΟΥ 5:12 ὑπὸ κρίσιν WH Treg NIV ] εἴς ὑπὸκρίσιν RP